TLG 1298 001 :: DEMETRII PHALEREI EPISTULA :: Epistula

DEMETRII PHALEREI EPISTULA Epist.
(Incertum)

Cf. et DEMETRIUS Phil. et Hist. (0624)

Epistula

Source: Hercher, R. (ed.), Epistolographi Graeci. Paris: Didot, 1873 (repr. Amsterdam: Hakkert, 1965): 218.

Citation: (Line)

tΠρὸς Πτολεμαῖον τὸν Αἰγυπτίων βασιλέα Ἐπιστολή.
1 Βασιλεῖ μεγάλῳ παρὰ Δημητρίου. Προστάξαν‐ τος σοῦ, ὦ βασιλεῦ, περί τε τῶν ἔτι λειπόντων εἰς ἀναπλήρωσιν τῆς βιβλιοθήκης συγγραμμάτων, ὅπως συναχθῇ, καὶ περὶ τῶν διαπεπτωκότων ὅπως τῆς
5δεούσης ἐπιμελείας τύχῃ, πάσῃ κεχρημένος περὶ ταῦτα σπουδῇ δηλῶ σοι τὰ τῆς Ἰουδαίων νομοθεσίας βιβλία λείπειν ἡμῖν σὺν ἑτέροις. χαρακτῆρσι γὰρ Ἑβραϊκοῖς γεγραμμένα καὶ φωνῇ τῇ ἐθνικῇ ἐστὶν ἡμῖν ἀσαφῆ. συμβέβηκε δ’ αὐτὰ καὶ ἀμελέστερον
10ἢ ἔδει σεσημάνθαι διὰ τὸ βασιλικῆς οὔπω τετυχηκέ‐ ναι προνοίας. ἔστι δὲ ἀναγκαῖον εἶναι καὶ ταῦτα παρὰ σοὶ διηκριβωμένα· φιλοσοφωτέραν γὰρ καὶ ἀκέ‐ ραιον τὴν νομοθεσίαν εἶναι συμβέβηκεν ὡς ἂν οὖσαν θεοῦ. διὸ καὶ τοὺς ποιητὰς αὐτῆς καὶ συγγραφεῖς
15τῶν ἱστοριῶν οὐκ ἐπιμνησθῆναί φησιν Ἑκαταῖος ὁ Ἀβδηρίτης, οὐδὲ τῶν κατ’ αὐτὴν πολιτευσαμένων ἀνδρῶν, ὡς ἁγνῆς οὔσης καὶ μὴ δέον αὐτὴν βεβήλοις στόμασι διασαφεῖσθαι. ἐὰν οὖν σοι δοκῇ, βασιλεῦ, γράψεις τῷ τῶν Ἰουδαίων ἀρχιερεῖ ὅπως ἀποστείλῃ
20τῶν πρεσβυτέρων ἓξ ἀφ’ ἑκάστης φυλῆς τοὺς ἐμπει‐ ροτάτους τῶν νόμων, παρ’ ὧν τὸ τῶν βιβλίων σαφὲς καὶ σύμφωνον ἐκμαθόντες καὶ τὸ κατὰ τὴν ἑρμηνείαν ἀκριβὲς λαβόντες τῶν πραγμάτων ἀξίως ταῦτα τῆς
σῆς προαιρέσεως συναγάγωμεν.218